17 Φεβρουαρίου - Άγιος Θεόδωρος ο Τήρων

 Άγιος Θεόδωρος ο Τήρων

 Τήρων, ὁ δηλῶν ἀρτίλεκτον ὁπλίτην,
Θεῷ πρόσεισιν, ἀρτίκαυστος ὁπλίτης.
Ἑβδομάτῃ δεκάτῃ πυρὶ Τήρωνα πυρὶ φλεγέθουσιν.

 Ἀπολυτίκιον 
Ἦχος β’.
Μεγάλα τά τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπί ὕδατος ἀναπαύσεως, ὁ ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο· πυρί γάρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστέ ὁ Θεός, σῶσον τάς ψυχάς ἡμῶν.

Κοντάκιον
Ἦχος πλ. δ’. Αὐτόμελον.
Πίστιν Χριστοῦ ὡσεί θώρακα, ἔνδον λαβών ἐν καρδίᾳ σου, τάς ἐναντίας δυνάμεις κατεπάτησας πολύαθλε, καί στέφει οὐρανίῳ ἐστέφθης, αἰωνίως ὡς ἀήττητος.

 https://www.saint.gr/2378/saint.aspx

 


 

 

 

Δημοσίευση σχολίου

Νεότερη Παλαιότερη