19 Απριλίου 2026 - Κυριακή του Θωμά - Κανόνας Κυριακής του Αντίπασχα (Θωμά)

 Η ψηλάφισις του Θωμά - Ι.Ν. Ζωοδόχου Πηγής, Λαρίσης (www.panagialarisis.gr)

  

 Με βάση το Πάσχα. 

Εορτάζει 7 ημέρες μετά το Άγιο Πάσχα.

 Εἰ νηδύος κλείς, ἢ τάφου μὴ κωλύει,
Σὴν Σῶτερ ὁρμήν, κλεὶς θυρῶν πῶς κωλύσει;

 Ἀπολυτίκιον  

Ἦχος βαρὺς.
Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

Κοντάκιον
Ἦχος πλ. δ΄.
Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός· συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι· Κύριος ὑπάρχεις καὶ Θεός μου.

Μεγαλυνάριον
Θυρῶν κεκλεισμένων τοῖς Μαθηταῖς, ἐπέστης Σωτήρ μου τὴν εἰρήνην σου δοὺς αὐτοῖς· ὅθεν ὁ Θωμᾶς σε, δακτύλῳ ψηλαφήσας, ἐβόα· Σὺ Θεός μου, πέλεις καὶ Κύριος.

 https://saint.gr/373/saint.aspx

 

 


 

Κανόνας Κυριακής του Αντίπασχα (Θωμά), Ήχος Α΄ - Ελληνική Βυζαντινή Χορωδία | Μελίσματα Ψαλτικής

  


 

Δημοσίευση σχολίου

Νεότερη Παλαιότερη