29 Ιουνίου - Άγιοι Πέτρος και Παύλος Πρωτοκορυφαίοι Απόστολοι

 Απόστολοι Πέτρος και Παύλος

 Σταύρωσις εἷλε κήρυκα Χριστοῦ Πέτρον,
Τομὴ δὲ Παῦλον, τὸν τεμόντα τὴν πλάνην.
Τλῆ ἐνάτῃ Σταυρὸν Πέτρος εἰκάδ' ἄορ δέ γε Παῦλος.

 Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος δ’.
Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῆ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Κοντάκιον
Ἦχος β’. Τοὺς ἀσφαλεῖς.
Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν Μαθητῶν σου Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν, τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

https://saint.gr/642/saint.aspx 

 


 

 

Δημοσίευση σχολίου

Νεότερη Παλαιότερη