29 Σεπτεμβρίου - Όσιος Κυριακός ο Αναχωρητής

 Όσιος Κυριακός ο Αναχωρητής - Λυδία Γουριώτη© (http://lydiagourioti-iconography.blogspot.com)

 Σκίλλης ἀμύνῃ Κυριακὲ πικρίᾳ,
Γεῦσιν γλυκεῖαν, ᾗ θανεῖν κατεκρίθης.
Σκιλλοβόρος δ' ἐννάτῃ μύσεν εἰκάδι Κυριακός.

 Ἀπολυτίκιον 

Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χριστῷ ἠκολούθησας, καταλιπῶν τὰ τῆς γῆς, καὶ βίον ἰσάγγελον, ἐπολιτεύσω σαφῶς, ὡς ἄσαρκος Ὅσιε, σὺ γὰρ ἐν ταὶς ἐρήμοις, προσχωρῶν θείω πόθω, σκίλλη πίκρα τὴν πάλαι, πικρᾶν γεῦσιν ἀπώσω. Διὸ Κυριακὲ θεοφόρε, ἀξίως δεδόξασαι.

Έτερον Ἀπολυτίκιον
Ἦχος α’. Τοῦ λίθου σφαγισθέντος .
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν Κυριακέ· νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Έτερον Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἀπαλῶν ἐξ ὀνύχων τῷ Χριστῷ ἠκολούθησας, τὴν ἀγγελικὴν πολιτείαν ὁλοτρόπως ἑλόμενος· διὸ ἐν ταῖς ἐρήμοις προσχωρῶν, τῶν θείων ἠξιώθης δωρεῶν, θεραπεύων πᾶσαν νόσον Κυριακέ, τῶν πίστει προσιόντων σοι. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Κοντάκιον
Ἦχος πλ. δ’. Τὴ ὑπερμάχω.
Ὡς ὑπερμάχω κραταιῶ καὶ ἀντιλήπτορι, ἡ σὲ τιμώσα ἱερὰ Λαύρα ἑκάστοτε, ἑορτάζει τὰ μνημόσυνα ἐτησίως, Ἀλλ' ὡς ἔχων παρρησίαν πρὸς τὸν Κύριον, ἐξ ἐχθρῶν ἐπεμβαινόντων ἠμᾶς φρούρησον, ἶνα κράζωμεν, Χαίροις Πάτερ τρισόλβιε.

Μεγαλυνάριον
Ἄστρον ἐκ Κορίνθου ἀναφανείς, ἐν τῇ Παλαιστίνῃ, διαλάμπεις ἀσκητικῶς, καὶ καταπυρσεύεις, Χριστοῦ τὴν Ἐκκλησίαν, Κυριακὲ θεόφρον, τοῖς σοῖς παλαίσμασι.

Κάθισμα
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τῆς ἄνω ἐφιέμενος, ὑπερκοσμίου ζωῆς, τοῦ κόσμου τὴν τερπνότητα, ὡς διαπίπτουσαν, κατέλιπες Ὅσιε· ὅθεν ἐν ταῖς ἐρήμοις, καὶ σπηλαίοις οἰκήσας, πόλεως οὐρανίου, ἀνεδείχθης πολίτης, ἐν ᾗ τῶν ἐκτελούντων τὴν σήν, μνήμην μνημόνευε.

 https://saint.gr/2398/saint.aspx

 


 


 

 

Δημοσίευση σχολίου

Νεότερη Παλαιότερη