Κυριακή 26 Απριλίου 2026 - Των Αγίων Μυροφόρων γυναικών, έτι δε Ιωσήφ του εξ Αριμαθαίας και του νυκτερινού μαθητού Νικοδήμου

 Κυριακή των Μυροφόρων - 1546 μ.Χ. - Mονή Σταυρονικήτα, Άγιον Όρος (Κρητική σχολή, Θεοφάνης ο Kρής)

 Με βάση το Πάσχα. 

Εορτάζει 14 ημέρες μετά το Άγιο Πάσχα 

 Χριστῷ φέρουσιν αἱ Μαθήτριαι μύρα,
ἐγὼ δὲ ταύταις ὕμνον, ὡς μύρον, φέρω.

 Ἀπολυτίκιον
Ἦχος β΄.
Ὀ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου σῶμα, σινδόνι καθαρὰ εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ, κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Έτερον Ἀπολυτίκιον
Ταῖς μυροφόροις γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια· Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος· ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Έτερον Ἀπολυτίκιον
Ἦχος δ΄ Κανόνας πίστεως.
(Ἀπολυτίκιον Νικοδήμου Μυροφόρου)
Χριστὸν τὸν Κύριον ἐν νυχτὶ ἐπεσκέψατο, ἀναγέννησιν ἄνωθεν ἐκδιδαχθεὶς ἐμαθήτευσεν, ὡς κεκρυμμένος ἀπόστολος. Εὐθαρσῶς διεφώνει πρὸς φαρισαίους καὶ γραμματεῖς, τὸν Σωτῆρα διώκοντας. Ὃν νεκρὸν καθεῖλεν ἐκ τοῦ Σταυροῦ, μῦρα τῇ ταφῇ ἐνεγκών, Νικόδημος ὁ ἔνθερμος.

Κοντάκιον
Ἦχος β΄.
Τὸ Χαῖρε ταῖς Μυροφόροις φθεγξάμενος, τὸν θρῆνον τῆς προμήτορος Εὔας κατέπαυσας, τῇ Ἀναστάσει Σου Χριστὲ ὁ Θεός· τοῖς Ἀποστόλοις δὲ τοῖς σοῖς κηρύττειν ἐπέταξας· ὁ Σωτὴρ ἐξανέστη τοῦ μνήματος.

 https://saint.gr/394/saint.aspx

  


 

 

 

Δημοσίευση σχολίου

Νεότερη Παλαιότερη